'Εν τῷ καιρῷ ἐκείνω, παρήσάν τινες τῷ ᾿Ιησοῦ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.

Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνα τί καὶ τὴν γῆν καταργεῖ;

Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

Ἀπόδοση στη νεοελληνική:

Κατά τόν καιρό ἐκεῖνο, ἦλθαν μερικοὶ καὶ εἶπαν στον Ἰησοῦ περὶ τῶν Γαλιλαίων, τῶν ὁποίων τὸ αἷμα ὁ Πιλᾶτος ἀνέμιξε μὲ τὰς θυσίας των. Καὶ ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Νομίζετε ὅτι αὐτοὶ οἱ Γαλιλαῖοι ἐπειδὴ ἔπαθαν αὐτά, ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους Γαλιλαίους; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο. Ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ποὺ ἔπεσε ἐπάνω τους ὁ πύργος τοῦ Σιλωὰμ καὶ τοὺς ἐσκότωσε, νομίζετε ὅτι ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους κατοίκους τῆς Ἱερουσαλήμ; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο».

Εἶπε δὲ αὐτὴν τὴν παραβολή, «Εἶχε κάποιος μιὰ συκιὰ φυτεμένη στὸ ἀμπέλι του καὶ ἦλθε νὰ ζητήσῃ καρπὸν εἰς αὐτὴν ἀλλὰ δὲν εὑρῆκε. Καὶ εἶπε εἰς τὸν ἀμπελουργόν, «Τρία χρόνια τώρα ἔρχομαι καὶ ζητῶ καρπὸν στὴ συκιὰ αὐτὴ καὶ δὲν βρίσκω· κόψε την· διατὶ νὰ ἀχρηστεύῃ καὶ τὴν γῆν;».

Ἐκεῖνος δὲ ἀπεκρίθη, «Κύριε, ἄφησέ την καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω γύρω της καὶ βάλω κοπριά, καὶ ἐὰν κάνῃ καρπόν, ἔχει καλῶς· ἄλλως θὰ τὴν κόψῃς εἰς τὸ μέλλον».